Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.75.4 | Hdt. 1.76.3 (English) | >>Hdt. 1.77.4 |
1.76.1
Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην (ἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ note ἰσχυρότατον , κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη ), ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους ·
1.76.2 καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο , εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας , Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε . Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ .
1.76.3 πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν , πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι . Ἴωνες μέν νυν οὐκ ἐπείθοντο . Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ , ἐνθαῦτα ἐν τῇ Πτερίῃ χώρῃ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων .
1.76.4 μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν , τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης . καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτω ἠγωνίσατο .
ch. 77
1.77.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.75.4 | Hdt. 1.76.3 (English) | >>Hdt. 1.77.4 |